"ΥΜΝΟΙ ΜΕΓΑΛΟΥ ΑΠΟΔΕΙΠΝΟΥ" ΧΟΡΩΔΙΑ ΣΙΜΩΝΟΣ ΠΕΤΡΑ ΗΧΟΣ ΠΛ. Β΄

  • 11 years ago
Ἤχον πλ. β'

Ἡ ἀσώματος φύσις, τὰ Χερουβείμ, ἀσιγήτοις σε ὕμνοις, δοξολογεῖ.

Ἑξαπτέρυγα ζῷα, τὰ Σεραφείμ, ταῖς ἀπαύστοις φωναῖς σε, ὑπερυψοῖ.

Τῶν Ἀγγέλων τε πᾶσα ἡ στρατιά, τρισαγίοις σὲ ᾄσμασιν, εὐφημεῖ.

Πρὸ γὰρ πάντων ὑπάρχεις, ὁ ὢν Πατήρ, καὶ συνάναρχον ἔχεις, τὸν σὸν Υἱόν.

Καὶ ἰσότιμον φέρων, Πνεῦμα ζωῆς, τῆς Τριάδος δεικνύεις, τὸ ἀμερές.

Παναγία Παρθένε, Μήτηρ Θεοῦ, οἱ τοῦ Λόγου αὐτόπται, καὶ ὑπουργοί,

Προφητῶν καὶ Μαρτύρων, πάντες χοροί, ὡς ἀθάνατον ἔχοντες, τὴν ζωήν.

Ὑπὲρ πάντων πρεσβεύσατε, ἐκτενῶς, ὅτι πάντες ὑπάρχομεν, ἐν δεινοῖς.

Ἵνα πλάνης ῥυσθέντες, τοῦ πονηροῦ, τῶν Ἀγγέλων βοήσωμεν, τὴν ᾠδήν.

ὁ Ἀναγνώστης, χῦμα

Ἅγιε, Ἅγιε, Ἅγιε, Τρισάγιε Κύριε, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ἤχον πλ. β'

Παναγία Δέσποινα Θεοτόκε, πρέσβευε ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν (ἐκ γ').

Πᾶσαι αἱ οὐράνιαι Δυνάμεις τῶν ἁγίων Ἀγγέλων καὶ Ἀρχαγγέλων, πρεσβεύσατε ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν (δίς).

Ἅγιε Ἰωάννη, Προφῆτα καὶ Πρόδρομε, καὶ Βαπτιστὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν (δίς).

Ἅγιοι ἔνδοξοι Ἀπόστολοι, Προφῆται, καὶ πάντες Ἅγιοι, πρεσβεύσατε ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν.

Ὅσιοι, θεοφόροι Πατέρες ἡμῶν, Ποιμένες, καὶ Διδάσκαλοι τῆς οἰκουμένης, πρεσβεύσατε ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν (δίς).

Ἡ ἀήττητος, καὶ ἀκατάλυτος, καὶ θεία δύναμις τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, μὴ ἐγκαταλίπῃς ἡμᾶς τοὺς ἁμαρτωλούς (δίς).

οἱ Χοροί, ἐναλλὰξ

Ὁ Θεός, ἱλάσθητι ἡμῖν τοῖς ἁμαρτωλοῖς (τρίς).

Recommended