"ΕΚΑΘΙΣΕΝ ΑΔΑΜ" ΗΧΟΣ ΠΛ. Β΄ ΔΟΞΑΣΤΙΚΟ ΕΣΠΕΡΙΝΟΥ ΤΥΡΙΝΗΣ

  • 11 years ago
Δοξαστικόν. Ἦχος πλ. β’.

Ἐκάθισεν Ἀδάμ, ἀπέναντι τοῦ Παραδείσου, καὶ τὴν ἰδίαν γύμνωσιν θρηνῶν ὠδύρετο. Οἴμοι, τὸν ἀπάτη πονηρὰ πεισθέντα καὶ κλαπέντα, καὶ δόξης μακρυνθέντα! Οἴμοι, τὸν ἁπλότητι γυμνόν, νῦν δὲ ἠπορημένον! Ἀλλ᾽ ὦ Παράδεισε, οὐκέτι σου τῆς τρυφῆς ἀπολαύσω, οὐκέτι ὄψομαι τὸν Κύριον καὶ Θεόν μου καὶ Πλάστην· εἰς γὴν γάρ ἀπελεύσομαι, ἐξ ἧς καὶ προσελήφθην. Ἐλεῆμον Οἰκτίρμον βοῶ σοι· Ἐλέησόν με τὸν παραπεσόντα.

Recommended