"ΤΩΝ ΘΥΡΩΝ ΚΕΚΛΕΙΣΜΕΝΩΝ" ΚΑΚΟΥΛΙΔΗΣ ΓΕΩΡΓΙΟΣ

  • 12 years ago
Ο ΠΡΩΤΟΨΑΛΤΗΣ ΓΕΩΡΓΙΟΣ ΚΑΚΟΥΛΙΔΗΣ ΨΑΛΛΕΙ ΤΟ ΔΟΞΑΣΤΙΚΟ ΤΟΥ ΕΣΠΕΡΙΝΟΥ ΤΗΣ ΚΥΡΙΑΚΗΣ ΤΟΥ ΘΩΜΑ
Δόξα...Καὶ νῦν... Ἦχος πλ. β'

Τῶν θυρῶν κεκλεισμένων, ἐπέστης Χριστὲ πρὸς τοὺς Μαθητάς. Τότε ὁ Θωμᾶς, οἰκονομικῶς οὐχ εὑρέθη μετ' αὐτῶν· ἔλεγε γάρ· οὐ μὴ πιστεύσω, ἐὰν μὴ ἴδω κἀγὼ τόν Δεσπότην, ἴδω τὴν πλευράν· ὅθεν ἐξῆλθε τὸ αἷμα, τὸ ὕδωρ, τὸ βάπτισμα, ἴδω τὴν πληγήν, ἐξ ἧς ἰάθη τὸ μέγα τραῦμα ὁ ἄνθρωπος, ἴδω, πῶς οὐκ ἦν, ὡς πνεῦμα, ἀλλὰ σάρξ καὶ ὀστέα, ὁ τὸν θάνατον πατήσας, καὶ Θωμᾶν πληροφορήσας, Κύριε, δόξα σοι.

Recommended