ΤΟ ΔΟΞΑΣΤΙΚΟ ΤΩΝ ΑΠΟΣΤΙΧΩΝ ΤΟΥ ΕΣΠΕΡΙΝΟΥ ΤΗΣ ΚΥΡΙΑΚΗΣ ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ ΨΑΛΛΕΙ Ο ΠΡΩΤΟΨΑΛΤΗΣ ΓΕΩΡΓΙΟΣ ΚΑΚΟΥΛΙΔΗΣ ΣΕ ΗΧΟ ΠΛ. Β΄
Δόξα Πατρί... ἦχος πλ. β’
Δεῦτε πιστοί, σήμερον χορείαν ἐπικροτήσαντες, εὐσεβῶς πανηγυρίσωμεν, καὶ τῶν Ἁγίων πάντων τὴν ἔνδοξον, καὶ σεβάσμιον μνήμην, ἐνδόξως τιμήσωμεν, λέγοντες, Χαίρετε, Ἀπόστολοι ἔνδοξοι, Προφῆται, καὶ Μάρτυρες, καὶ Ἱεράρχαι, Χαίρετε, Ὁσίων ὁ δῆμος, καὶ τῶν Δικαίων, Χαίρετε, τιμίων Γυναικῶν ὁ χορὸς καὶ Χριστόν ὑπὲρ τοῦ κόσμου πρεσβεύσατε, νίκας τῷ βασιλεῖ κατὰ βαρβάρων δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Comments