ΤΟ ΔΟΞΑΣΤΙΚΟ ΤΩΝ ΑΙΝΩΝ ΤΟΥ ΟΡΘΡΟΥ ΤΗΣ ΕΟΡΤΗΣ ΤΟΥ ΑΓΙΟΥ ΣΠΥΡΙΔΩΝΟΣ ΣΕ ΗΧΟ Δ΄ ΨΑΛΛΕΙ Ο ΠΡΩΤΟΨΑΛΤΗΣ ΓΕΩΡΓΙΟΣ ΚΑΚΟΥΛΙΔΗΣ
:Δόξα Πατρί... Ἦχος δ'
Ὅσιε Πάτερ, Ἱεράρχα ἀοίδιμε, ἀποστολικῆς διδασκαλίας γενόμενος ἔμπλεως, καὶ τοῦ θείου Πνεύματος καταγώγιον, δι' ἐναρέτου πολιτείας ἀναδειχθείς, τῆς Ἐκκλησίας τοὺς λύκους, διὰ δογμάτων ἀπήλασας΄ καὶ ὀρθόδοξον πίστιν σαφῶς τρανώσας, στῦλος ἀναδείκνυσαι, καὶ εὐσεβείας πρόμαχος. Ὅθεν καὶ θαυματουργῶν ἐν τοῖς πέρασιν, ὄφιν εἰς χρυσοῦν μετέβαλες΄ καὶ νεκρὰν πρὸς ἐρώτησιν ἤγειρας. Ἀλλ' ὢ Πατέρων ἀξιάγαστε, καὶ Διδασκάλων συνόμιλε, τὸν Σωτῆρα πρέσβευε, τοῦ σωθῆναι τὰς ψυχάς ἡμῶν.
Comments