ΤΟ ΔΟΞΑΣΤΙΚΟ ΤΟΥ ΕΣΠΕΡΙΝΟΥ ΤΗΣ ΕΟΡΤΗΣ ΤΟΥ ΑΓΙΟΥ ΔΗΜΗΤΡΙΟΥ ΨΑΛΛΕΙ ΣΕ ΗΧΟ ΠΛ. Β΄ Ο ΠΡΩΤΟΨΑΛΤΗΣ ΧΡΗΣΤΟΣ ΧΑΛΚΙΑΣ
Δόξα Πατρί... ἦχος πλ.β’
Βυζαντίου
Σήμερον συγκαλεῖται ἡμᾶς, τοῦ Ἀθλοφόρου ἡ παγκόσμιος πανήγυρις. Δεῦτε οὖν φιλέορτοι, φαιδρῶς ἐκτελέσωμεν, τὴν μνήμην αὐτοῦ λέγοντες. Χαίροις ὁ τὸν χιτῶνα τῆς ἀσεβείας διαρρήξας, διὰ τῆς πίστεως, τὴν δὲ ἀνδρείαν τοῦ Πνεύματος σεαυτῷ περιθέμενος. Χαίροις, ὁ καταργήσας τὰς ἐπινοίας τῶν παρανόμων, τῇ ἰσχὺϊ τῇ δοθείσῃ σοι, παρὰ τοῦ Θεοῦ. Χαίροις, ὁ λογχευθέντων τῶν μελῶν, τὸ μακάριον πάθος πνευματικῶς ἡμῖν ἀναζωγραφήσας τοῦ Χριστοῦ. Ὃν καθικέτευε, Ἀθλητῶν ἐγκαλλώπισμα Δημήτριε, λυτρωθῆναι ἡμᾶς ὁρατῶν καὶ ἀοράτων ἐχθρῶν, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Comments