Skip to playerSkip to main content
  • 14 years ago
Ο ΠΡΩΤΟΨΑΛΤΗΣ ΑΘΑΝΑΣΙΟΣ ΒΟΥΓΙΟΥΚΛΗΣ ΨΑΛΛΕΙ ΣΕ ΗΧΟ Α΄ΤΑ ΣΤΙΧΗΡΑ ΤΟΥ ΕΣΠΕΡΙΝΟΥ ΤΗΣ ΕΟΡΤΗΣ ΤΗΣ ΚΟΙΜΗΣΕΩΣ ΤΗΣ ΘΕΟΤΟΚΟΥ:
Ἦχος α' Αὐτόμελον
Ὢ τοῦ παραδόξου θαύματος! ἡ πηγὴ τῆς ζωῆς, ἐν μνημείῳ τίθεται, καὶ κλῖμαξ πρὸς οὐρανόν, ὁ τάφος γίνεται. Εὐφραίνου Γεθσημανῆ, τῆς Θεοτόκου τὸ ἅγιον τέμενος.
Βοήσωμεν οἱ πιστοί, τὸν Γαβριὴλ κεκτημένοι ταξίαρχον, Κεχαριτωμένη χαῖρε, μετὰ σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ κόσμῳ διὰ σοῦ τὸ μέγα ἔλεος.

Βαβαὶ τῶν σῶν μυστηρίων ἁγνή! τοῦ Ὑψίστου θρόνος, ἀνεδείχθης Δέσποινα, καὶ γῆθεν πρὸς οὐρανόν, μετέστης σήμερον. Ἡ δόξα σου εὐπρεπής, θεοφεγγέσιν ἐκλάμπουσα χάριτι, Παρθένοι σὺν τῇ Μητρὶ τοῦ Βασιλέως πρὸς ὕψος ἐπάρθητε. Κεχαριτωμένη χαῖρε, μετὰ σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ κόσμῳ, διὰ σοῦ τὸ μέγα ἔλεος.

Τὴν σὴν δοξάζουσι Κοίμησιν, Ἐξουσίαι θρόνοι, Ἀρχαὶ Κυριότητες, Δυνάμεις καὶ Χερουβίμ, καὶ τὰ φρικτὰ Σεραφίμ. Ἀγάλλονται γηγενεῖς ἐπὶ τῇ θείᾳ σου δόξῃ κοσμούμενοι. Προσπίπτουσι βασιλεῖς, σὺν Ἀρχαγγέλοις.Ἀγγέλοις καὶ μέλπουσι· Κεχαριτωμένη χαῖρε,, μετὰ σοῦ .......

Category

🎵
Music
Be the first to comment
Add your comment

Recommended