"ΑΠΟΛΥΤΙΚΙΟΝ ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΚΑΙ ΘΕΟΤΟΚΙΟΝ" ΗΧΟΣ ΠΛ. Δ΄

  • 11 years ago
ΟΙ ΜΟΝΑΧΟΙ ΤΗΣ ΙΕΡΑΣ ΜΟΝΗΣ ΒΑΤΟΠΑΙΔΙΟΥ ΨΑΛΛΟΥΝ ΤΟ ΑΠΟΛΥΤΙΚΙΟ ΤΗΣ ΕΟΡΤΗΣ ΤΟΥ ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΚΑΙ ΤΟ ΘΕΟΤΟΚΙΟΝ ΤΟΥ
Ἀπολυτίκιον Ἦχος πλ. δ'

Αὐτόμελον

Ἡ τοῦ στόματός σου καθάπερ πυρσὸς ἐκλάμψασα χάρις, τὴν οἰκουμένην ἐφώτισεν, ἀφιλαργυρίας τῷ κόσμῳ θησαυροὺς ἐναπέθετο, τὸ ὕψος ἡμῖν τῆς ταπεινοφροσύνης ὑπέδειξεν· Ἀλλὰ σοῖς λόγοις παιδεύων, Πάτερ Ἰωάννη Χρυσόστομε, πρέσβευε τῷ Λόγῳ Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμων.

Θεοτοκίον

Ὁ δι' ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρὶ σου, δεῖξον τὴν φιλανθρωπίαν σου Ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον, πρεσβεύουσαν ὑπὲρ ἡμῶν, καὶ σῶσον Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.

Recommended