ΤΟ ΠΝΕΥΜΑ ΤΟ ΑΓΙΟΝ - ΧΑΡΙΣΜΑΤΑ ΚΑΙ ΣΗΜΕΙΑ

  • 10 years ago
ΛΟΓΟΙ ΕΛΑΧΙΣΤΟΥ ΠΕΡΙ ΤΟΥ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ.
Η ΖΩΝΤΑΝΗ ΕΚΔΗΛΩΣΗ ΤΟΥ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ ΕΙΝΑΙ Η ΑΛΗΘΕΙΑ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ!
Τό Πνεῦμα τό ἅγιον ἦν μέν ἀεί, καί ἔστι καί ἔσται, οὔτε ἀρξάμενον, οὔτε παυσόμενον, ἀλλ᾿ ἀεί Πατρί καί Υἱῷ συντεταγμένον καί συναριθμούμενον· ζωή καί ζωοποιοῦν· φῶς καί φωτός χορηγόν· αὐτάγαθον καί πηγή ἀγαθότητος· δι᾿ οὗ Πατήρ γνωρίζεται, καί Υἱός δοξάζεται, καί παρά πάντων γινώσκεται· μία δύναμις, μία σύνταξις, μία προσκύνησις τῆς ἁγίας Τριάδος.
ΚΥΡΙΟΣ ΙΗΣΟΥΣ ΧΡΙΣΤΟΣ:
«σημεῖα δὲ τοῖς πιστεύσασι ταῦτα παρακολουθήσει· ἐν τῷ ὀνόματί μου δαιμόνια ἐκβαλοῦσι· γλώσσαις λαλήσουσι καιναῖς· ὄφεις ἀροῦσι· κἂν θανάσιμόν τι πίωσιν, οὐ μὴ αὐτοὺς βλάψει· ἐπὶ ἀρρώστους χεῖρας ἐπιθήσουσι, καὶ καλῶς ἕξουσιν.»
ΣΥΜΕΩΝ Ο ΝΕΟΣ ΘΕΟΛΟΓΟΣ:
«Ἀλλὰ περὶ ἐκείνων λέγω καὶ ἐκείνους ὀνομάζω αἱρετικούς, τοὺς λέγοντας μὴ εἶναί τινα ἐν τοῖς καθ' ἡμᾶς χρόνοις καὶ ἐν μέσῳ ἡμῶν τὸν δυνάμενον φυλάξαι τὰς εὐαγγελικὰς ἐντολὰς καὶ κατὰ τοὺς ἁγίους γενέσθαι πατέρας· πρῶτον μὲν πάντων, πιστὸν καὶ πρακτικὸν -- διὰ γὰρ τῶν ἔργων ἡ πίστις δείκνυται, ὡς διὰ τοῦ ἐσόπτρου ἡ τοῦ προσώπου ἐμφέρεια-, ἔπειτα θεωρητικώτατόν τε ὁμοῦ καὶ θεόπτην, ἐν τῷ φωτισθῆναι δηλαδὴ καὶ λαβεῖν Πνεῦμα Ἅγιον καὶ δι' αὐτοῦ τὸν Υἱὸν σὺν τῷ Πατρί κατιδεῖν. Οἱ τοῖνυν τοῦτο ἀδύνατον εἶναι λέγοντες, οὐ μερικὴν τινὰ αἵρεσιν κέκτηνται, ἀλλὰ πάσας, εἰ οἷόν τε εἰπεῖν, ὡς ταύτης πάσας ἐκείνας τῇ ἀσεβείᾳ καὶ τῇ τῆς βλασφημίας ὑπερβολῆ ὑπεραιρούσης καὶ καλυπτούσης. Ὁ τοῦτο λέγων ἀνατρέπει πάσας τὰς θείας Γραφάς.
Οἱ ταῦτα λέγοντες τόν οὐρανόν, ὅν ὁ Χριστός ἡμῖν ἤνοιξε, κλείουσι καί τήν πρός ἐκεῖνον ἄνοδον, ἥν αὐτός ἐκεῖνος ἡμῖν ἐνεκαίνισε, διακόπτουσιν...οἱ ἀντίθεοι οὗτοι ἤ, μᾶλλον εἰπεῖν, ἀντίχριστοι λέγουσιν· "Ἀδύνατον τοῦτο, ἀδύνατον! ".
Πρός οὕς εἰκότως ὁ Δεσπότης μεγαλοφώνως φησίν· "Οὐαί ὑμῖν, γραμματεῖς καί φαρισαῖοι ! Οὐαί ὑμῖν ὁδηγοί τυφλοί τυφλῶν, ὅτι ὑμεῖς εἰς τήν βασιλείαν οὐκ εἰσέρχεσθε καί τούς θέλοντας εἰσελθεῖν κωλύετε".
Ο ΘΕΟΣ ΜΑΣ ΚΑΛΕΙ ΝΑ ΕΙΣΕΛΘΟΥΜΕ ΣΤΑ ΑΓΙΑ ΤΩΝ ΑΓΙΩΝ, ΠΟΥ ΕΙΝΑΙ ΤΟ ΠΝΕΥΜΑ ΤΟ ΑΓΙΟΝ. ΑΜΗΝ.

Το βίντεο φτιάχτηκε για τη δόξα (=φανέρωση) του τρίτου Προσώπου της Αγίας Τριάδος.
Αν έχετε πνευματικά δικαιώματα σε κάποιο περιεχόμενο υλικό και επιθυμείτε να αφαιρεθεί, παρακαλούμε να μας ενημερώσετε και θα το αφαιρέσουμε.
Με σεβασμό
Ο Διαχειριστής

This video is made for the glory of the Holy Trinity's 3rd Person.
If you are the owner of any copyrights regarding the material used in this video and you wish for the material to be removed, please let us know and we will do so.
Respectfully
The Administrator

Recommended